PARALIPOMENON I 18
1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. 2καὶ ἐπάταξεν τὴν Μωαβ, καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα. 3καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. 4καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 5καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 6καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 7καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ. 8καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. 9καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα, 10καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ, καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ. 11καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ. 12καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας, 13καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ. καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
14Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. 15καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος 16καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς 17καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart