PARALIPOMENON I 20
1Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων· καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα. καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ· καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν. 2καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα. 3καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς· καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων. καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ.
4Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν. — 5καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. — 6καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων. 7καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ. — 8οὗτοι ἐγένοντο Ραφα ἐν Γεθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart