1Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ. 2καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας ὁ πρωτότοκος, Ιδιηλ ὁ δεύτερος, Ζαβαδιας ὁ τρίτος, Ιεθνουηλ ὁ τέταρτος, 3Ωλαμ ὁ πέμπτος, Ιωαναν ὁ ἕκτος, Ελιωηναι ὁ ἕβδομος. 4καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας ὁ πρωτότοκος, Ιωζαβαδ ὁ δεύτερος, Ιωαα ὁ τρίτος, Σωχαρ ὁ τέταρτος, Ναθαναηλ ὁ πέμπτος, 5Αμιηλ ὁ ἕκτος, Ισσαχαρ ὁ ἕβδομος, Φολλαθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. 6καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. 7υἱοὶ Σαμαια· Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ. 8πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ. 9καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. 10καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα 11τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι ὁ τρίτος, Ζαχαριας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα, τρισκαίδεκα. — 12τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου. 13καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· 15τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν 16εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. 17πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεφιν δύο· 18εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. 19αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.
20Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων· 21υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ. 22καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου. 23τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ· 24καὶ Σουβαηλ ὁ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν. 25καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ. 26αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, 27ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾽ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ, 28καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια· πᾶν, ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
29Τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν. 30τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. 31τοῦ Χεβρωνι· Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος, 32καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.