PARALIPOMENON I 4
1Καὶ υἱοὶ Ιουδα· Φαρες, Αρσων καὶ Χαρμι καὶ Ωρ, Σουβαλ 2καὶ Ραια υἱὸς αὐτοῦ· καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ, καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ· αὗται αἱ γενέσεις τοῦ Σαραθι. 3καὶ οὗτοι υἱοὶ Αιταμ· Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Εσηλεββων. 4καὶ Φανουηλ πατὴρ Γεδωρ, καὶ Αζηρ πατὴρ Ωσαν. οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ. 5καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες, Αωδα καὶ Θοαδα. 6καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν· πάντες οὗτοι υἱοὶ Αωδας. 7καὶ υἱοὶ Θοαδα· Σαρεθ καὶ Σααρ καὶ Εθναν. 8καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα. καὶ γεννήσεις ἀδελφοῦ Ρηχαβ υἱοῦ Ιαριμ. — 9καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα Ἔτεκον ὡς γαβης. 10καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾽ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα, ὅσα ᾐτήσατο. — 11καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ· οὗτος πατὴρ Ασσαθων. 12καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι· οὗτοι ἄνδρες Ρηφα. 13καὶ υἱοὶ Κενεζ· Γοθονιηλ καὶ Σαραια. καὶ υἱοὶ Γοθονιηλ· Αθαθ. 14καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα. καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ, ὅτι τέκτονες ἦσαν. 15καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεφοννη· Ηρα, Αλα καὶ Νοομ. καὶ υἱοὶ Αλα· Κενεζ. 16καὶ υἱὸς αὐτοῦ Γεσεηλ, Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ. 17καὶ υἱοὶ Εσρι· Ιεθερ, Μωραδ καὶ Αφερ καὶ Ιαλων. καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων. 18καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Αδια) ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω· καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω, ἣν ἔλαβεν Μωρηδ. 19καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ. καὶ Δαλια πατὴρ Κεϊλα, καὶ Σεμειων πατὴρ Ιωμαν. καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα· Αγαρμι καὶ Εσθεμωη Μαχαθι. 20καὶ υἱοὶ Σεμιων· Αμνων καὶ Ρανα, υἱὸς Αναν καὶ Θιλων. καὶ υἱοὶ Ισεϊ· Ζωαθ καὶ υἱοὶ Ζωαθ.
21Υἱοὶ Σηλωμ υἱοῦ Ιουδα· Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα 22καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ, οἳ κατῴκησαν ἐν Μωαβ· καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν. 23οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα· μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
24Υἱοὶ Συμεων· Ναμουηλ καὶ Ιαμιν, Ιαριβ, Ζαρε, Σαουλ· 25Σαλεμ υἱὸς αὐτοῦ, Μαβασαμ υἱὸς αὐτοῦ, Μασμα υἱὸς αὐτοῦ, 26Αμουηλ υἱὸς αὐτοῦ, Σαβουδ υἱὸς αὐτοῦ, Ζακχουρ υἱὸς αὐτοῦ, Σεμεϊ υἱὸς αὐτοῦ. 27καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα. 28καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ 29καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ 30καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ 31καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ. 32καὶ ἐπαύλεις αὐτῶν· Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν, πόλεις πέντε. 33καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. — 34καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια 35καὶ Ιωηλ (καὶ οὗτος υἱὸς Ισαβια), υἱὸς Σαραια, υἱὸς Ασιηλ 36καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια 37καὶ Ζουζα υἱὸς Σεφεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου. 38οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος. 39καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· 40καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾽ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾽ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν· 43καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart