4Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων· Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες, φυλῆς δὲ Ιουδα, 6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός. — 7εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα 8καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ, Νεεμιου, Ζαραιου, Ρησαιου, Ενηνιος, Μαρδοχαιου, Βεελσαρου, Ασφαρασου, Βορολιου, Ροϊμου, Βαανα τῶν προηγουμένων αὐτῶν. 9ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο. 10υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ. 11υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. 12υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε. υἱοὶ Χορβε ἑπτακόσιοι πέντε. υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ. 13υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο. 14υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά. υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ. υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες. 15υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο. υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά. υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο. 16υἱοὶ Αννιας ἑκατὸν εἷς. υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς. υἱοὶ Αριφου ἑκατὸν δέκα δύο. 17υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς. 18οἱ ἐκ Νετεβας πεντήκοντα πέντε. οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ. οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο. 19οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε. οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. 20οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο. οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἷς. 21οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο. οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο. υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ. 22υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε. υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε. 23υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα. — 24οἱ ἱερεῖς· υἱοὶ Ιεδδου τοῦ υἱοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο. 25υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά. — 26οἱ δὲ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες. 27οἱ ἱεροψάλται· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ. 28οἱ θυρωροί· υἱοὶ Σαλουμ, υἱοὶ Αταρ, υἱοὶ Τολμαν, υἱοὶ Ακουβ, υἱοὶ Ατητα, υἱοὶ Σωβαι, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. — 29οἱ ἱερόδουλοι· υἱοὶ Ησαυ, υἱοὶ Ασιφα, υἱοὶ Ταβαωθ, υἱοὶ Κηρας, υἱοὶ Σουα, υἱοὶ Φαδαιου, υἱοὶ Λαβανα, υἱοὶ Αγγαβα, 30υἱοὶ Ακουδ, υἱοὶ Ουτα, υἱοὶ Κηταβ, υἱοὶ Αγαβα, υἱοὶ Συβαϊ, υἱοὶ Αναν, υἱοὶ Καθουα, υἱοὶ Γεδδουρ, 31υἱοὶ Ιαϊρου, υἱοὶ Δαισαν, υἱοὶ Νοεβα, υἱοὶ Χασεβα, υἱοὶ Γαζηρα, υἱοὶ Οζιου, υἱοὶ Φινοε, υἱοὶ Ασαρα, υἱοὶ Βασθαι, υἱοὶ Ασανα, υἱοὶ Μαανι, υἱοὶ Ναφισι, υἱοὶ Ακουφ, υἱοὶ Αχιβα, υἱοὶ Ασουρ, υἱοὶ Φαρακιμ, υἱοὶ Βασαλωθ, 32υἱοὶ Μεεδδα, υἱοὶ Κουθα, υἱοὶ Χαρεα, υἱοὶ Βαρχους, υἱοὶ Σεραρ, υἱοὶ Θομοι, υἱοὶ Νασι, υἱοὶ Ατιφα. 33υἱοὶ παίδων Σαλωμων· υἱοὶ Ασσαφιωθ, υἱοὶ Φαριδα, υἱοὶ Ιεηλι, υἱοὶ Λοζων, υἱοὶ Ισδαηλ, υἱοὶ Σαφυθι, 34υἱοὶ Αγια, υἱοὶ Φακαρεθ-σαβιη, υἱοὶ Σαρωθιε, υἱοὶ Μασιας, υἱοὶ Γας, υἱοὶ Αδδους, υἱοὶ Σουβας, υἱοὶ Αφερρα, υἱοὶ Βαρωδις, υἱοὶ Σαφατ, υἱοὶ Αμων. 35πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο. — 36οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας, ἡγούμενος αὐτῶν Χαρααθ, Αδαν καὶ Αμαρ, 37καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν· υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν, υἱοὶ Νεκωδαν, ἑξακόσιοι πεντήκοντα δύο. 38καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Οββια, υἱοὶ Ακκως, υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ· 39καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν, 40καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς, ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. — 41οἱ δὲ πάντες ἦσαν· Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε· 42κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε. — 43καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίγνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν 44καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. — 45καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν.
46Ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. 47καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ τοῦ Ισραηλ 48προσενέγκαι ἐπ᾽ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις. 49καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς. καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν 50καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾽ ἡμέραν, ὡς προσῆκον ἦν, 51καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο. 53καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. — 54καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ 55καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ. 56καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ. 57καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ 58καὶ ἐφώνησαν δι᾽ ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ. 59καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου. 60καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου 61καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ 62ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ, ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι.