REGNORUM IV 2
1Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων. 2καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθον εἰς Βαιθηλ. 3καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε. 4καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ιεριχω. 5καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. 6καὶ εἶπεν αὐτῷ Ηλιου Κάθου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι. 7καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου. 8καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. 9καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε Αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ελισαιε Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾽ ἐμέ. 10καὶ εἶπεν Ηλιου Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. 11καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. 12καὶ Ελισαιε ἑώρα καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. 13καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου· 14καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ὁ θεὸς Ηλιου αφφω; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ελισαιε. 15καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. 16καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ᾽ ἓν τῶν ὀρέων ἢ ἐφ᾽ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστελεῖτε. 17καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν· 18καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε;
19Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. 20καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. 21καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. 22καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ὃ ἐλάλησεν. — 23καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. 24καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. 25καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart