1Καὶ αὕτη ἡ εὐλογία, ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ· 2καὶ εἶπεν
Κύριος ἐκ Σινα ἥκει
καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν
καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης,
ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾽ αὐτοῦ.
3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ,
καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου·
καὶ οὗτοι ὑπὸ σέ εἰσιν,
καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
4νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς,
κληρονομίαν συναγωγαῖς Ιακωβ.
5καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων
συναχθέντων ἀρχόντων λαῶν
ἅμα φυλαῖς Ισραηλ.
6Ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω
καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
7Καὶ αὕτη Ιουδα
Εἰσάκουσον, κύριε, φωνῆς Ιουδα,
καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν·
αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ,
καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
8Καὶ τῷ Λευι εἶπεν
Δότε Λευι δήλους αὐτοῦ
καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ,
ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ,
ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· 9ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε,
καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω
καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω·
ἐφύλαξεν τὰ λόγιά σου
καὶ τὴν διαθήκην σου διετήρησεν. 10δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ
καὶ τὸν νόμον σου τῷ Ισραηλ·
ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου
διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. 11εὐλόγησον, κύριε, τὴν ἰσχὺν αὐτοῦ
καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι·
κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ,
καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
12Καὶ τῷ Βενιαμιν εἶπεν
Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς,
καὶ ὁ θεὸς σκιάζει ἐπ᾽ αὐτῷ πάσας τὰς ἡμέρας,
καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν.
13Καὶ τῷ Ιωσηφ εἶπεν
Ἀπ᾽ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ
ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου
καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν 14καὶ καθ᾽ ὥραν γενημάτων ἡλίου τροπῶν
καὶ ἀπὸ συνόδων μηνῶν 15καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς
καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων 16καὶ καθ᾽ ὥραν γῆς πληρώσεως.
καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ
ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ,
καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς. 17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ,
κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ·
ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾽ ἄκρου γῆς.
αὗται μυριάδες Εφραιμ,
καὶ αὗται χιλιάδες Μανασση.
18Καὶ τῷ Ζαβουλων εἶπεν
Εὐφράνθητι, Ζαβουλων, ἐν ἐξοδίᾳ σου
καί, Ισσαχαρ, ἐν τοῖς σκηνώμασιν αὐτοῦ. 19ἔθνη ἐξολεθρεύσουσιν, καὶ ἐπικαλέσεσθε ἐκεῖ
καὶ θύσετε θυσίαν δικαιοσύνης,
ὅτι πλοῦτος θαλάσσης θηλάσει σε
καὶ ἐμπόρια παράλιον κατοικούντων.
20Καὶ τῷ Γαδ εἶπεν
Εὐλογημένος ἐμπλατύνων Γαδ·
ὡς λέων ἀνεπαύσατο
συντρίψας βραχίονα καὶ ἄρχοντα. 21καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ,
ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων
συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν·
δικαιοσύνην κύριος ἐποίησεν
καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ.
22Καὶ τῷ Δαν εἶπεν
Δαν σκύμνος λέοντος
καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασαν.
23Καὶ τῷ Νεφθαλι εἶπεν
Νεφθαλι πλησμονὴ δεκτῶν
καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου·
θάλασσαν καὶ λίβα κληρονομήσει.
24Καὶ τῷ Ασηρ εἶπεν
Εὐλογητὸς ἀπὸ τέκνων Ασηρ
καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ.
βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· 25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται,
καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
26Οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου·
ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου
καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. 27καὶ σκέπασις θεοῦ ἀρχῆς
καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων
καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν
λέγων Ἀπόλοιο. 28καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς
μόνος ἐπὶ γῆς Ιακωβ
ἐπὶ σίτῳ καὶ οἴνῳ,
καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ. 29μακάριος σύ, Ισραηλ·
τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου;
ὑπερασπιεῖ ὁ βοηθός σου,
καὶ ἡ μάχαιρα καύχημά σου·
καὶ ψεύσονταί σε οἱ ἐχθροί σου,
καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.