1Καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, 2οἳ ἦλθον μετὰ Ζοροβαβελ· Ἰησοῦς, Νεεμιας, Σαραιας, Ρεελιας, Μαρδοχαιος, Βαλασαν, Μασφαρ, Βαγουι, Ρεουμ, Βαανα. ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ· 3υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο. 4υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο. 5υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε. 6υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο. 7υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 8υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε. 9υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα. 10υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο. 11υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς. 12υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο. 13υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ. 14υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ. 15υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες. 16υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ. 17υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς. 18υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο. 19υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς. 20υἱοὶ Γαβερ ἐνενήκοντα πέντε. 21υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. 22υἱοὶ Νετωφα πεντήκοντα ἕξ. 23υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ. 24υἱοὶ Ασμωθ τεσσαράκοντα δύο. 25υἱοὶ Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς. 26υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς. 27ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο. 28ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς. 29υἱοὶ Ναβου πεντήκοντα δύο. 30υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ. 31υἱοὶ Ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες. 32υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι. 33υἱοὶ Λοδ, Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε. 34υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε. 35υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα. — 36καὶ οἱ ἱερεῖς· υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς. 37υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο. 38υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά. 39υἱοὶ Ηρεμ χίλιοι ἑπτά. — 40καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες. 41οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ. 42υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. — 43οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ, 44υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων, 45υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ, 46υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν, 47υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα, 48υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ, 49υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι, 50υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων, 51υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ, 52υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα, 53υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα, 54υἱοὶ Νασουε, υἱοὶ Ατουφα. 55υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα, 56υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ, 57υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ-ασεβωιν, υἱοὶ Ημι. 58πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο. — 59καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν· 60υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο. 61καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· 62οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας, 63καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. — 64πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα 65χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· 66ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε, 67κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. — 68καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· 69ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργύριον, μναῖ πεντακισχίλιαι, καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν. — 70καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν.