ISAIAS 27
1Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα. 2τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατ᾽ αὐτῆς. 3ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. 4οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεὸς πάντα, ὅσα συνέταξεν. κατακέκαυμαι, 5βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. 6οἱ ἐρχόμενοι, τέκνα Ιακωβ, βλαστήσει καὶ ἐξανθήσει Ισραηλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. 7μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; 8μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; 9διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. 10τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. 11καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. 12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ρινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα. 13καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart