1Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. 2καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. 3ἐπ᾽ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς, 4καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς. 5διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν, ἀπὸ κυρίου παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ. 6φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. 7ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν. 8καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη· θρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴ πως ἰαθήσεται. 9ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων. 10ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν. 11παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. 12ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα 13κατασκηνοῦντας ἐφ᾽ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου. 14ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ Διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. — 15ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν, 16εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ᾽ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ. 17ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς· 18μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται. 19οὐ τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. — 20διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς 21καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν 22καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα 23καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου. 24καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιων κατ᾽ ὀφθαλμοὺς ὑμῶν, λέγει κύριος. 25ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον, 26καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει κύριος.
27Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔθνη, παραγγείλατε ἐπ᾽ αὐτὴν βασιλείαις Αραρατ παρ᾽ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις, ἐπιστήσατε ἐπ᾽ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ᾽ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος. 28ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. 29ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν. 30ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς· 31διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ, 32ἀπ᾽ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται. 33διότι τάδε λέγει κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς. 34κατέφαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέν με ὡς δράκων, ἔπλησεν τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με· 35οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιων, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ιερουσαλημ. 36διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς, 37καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται. 38ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων. 39ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς, ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει κύριος· 40καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ᾽ ἐρίφων. 41πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν; 42ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη. 43ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου. 44καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη. 49καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς. 50ἀνασῳζόμενοι ἐκ γῆς, πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ κυρίου, καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. 51ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον κυρίου. 52διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. 53ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς, παρ᾽ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν, λέγει κύριος. 54φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων, 55ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ᾽ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς. 56ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς, κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν· 57καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ. 58τάδε λέγει κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
59Ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προφήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου, ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραιας ἄρχων δώρων· 60καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα. 61καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν Ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους 62καὶ ἐρεῖς Κύριε κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται. 63καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ᾽ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου 64καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ᾽ αὐτήν.