1Μνήσθητι, κύριε, ὅ τι ἐγενήθη ἡμῖν·
ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.
2κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις,
οἱ οἶκοι ἡμῶν ξένοις.
3ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ·
μητέρες ἡμῶν ὡς αἱ χῆραι.
4ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν.
5ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·
ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
6Αἴγυπτος ἔδωκεν χεῖρα,
Ασσουρ εἰς πλησμονὴν αὐτῶν.
7οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν·
ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
8δοῦλοι ἐκυρίευσαν ἡμῶν,
λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
9ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.
10τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,
συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
11γυναῖκας ἐν Σιων ἐταπείνωσαν,
παρθένους ἐν πόλεσιν Ιουδα.
12ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,
πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
13ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,
καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
14καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.
15κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν.
16ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν·
οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
17περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν,
περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν·
18ἐπ᾽ ὄρος Σιων, ὅτι ἠφανίσθη,
ἀλώπεκες διῆλθον ἐν αὐτῇ.
19σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις,
ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.
20ἵνα τί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν,
καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;
21ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα·
καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.
22ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς,
ὠργίσθης ἐφ᾽ ἡμᾶς ἕως σφόδρα.