PSALMI 10
1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου
Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
2ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
ἡτοίμασαν βέλη εἰς φαρέτραν
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
3ὅτι ἃ κατηρτίσω, καθεῖλον·
ὁ δὲ δίκαιος τί ἐποίησεν;
4κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
5κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,
ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
6ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,
πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
7ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν,
εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart