1Αλληλουια.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
2δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
γενεὰ εὐθείων εὐλογηθήσεται·
3δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν
ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
5χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
6ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται,
εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
7ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·
ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον.
8ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ,
ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
9ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
10ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.