PSALMI 115
1Αλληλουια.
Ἐπίστευσα, διὸ ἐλάλησα·
ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
Πᾶς ἄνθρωπος ψεύστης.
3τί ἀνταποδώσω τῷ κυρίῳ
περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι;
4ποτήριον σωτηρίου λήμψομαι
καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.
6τίμιος ἐναντίον κυρίου
ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
7ὦ κύριε, ἐγὼ δοῦλος σός,
ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.
διέρρηξας τοὺς δεσμούς μου,
8σοὶ θύσω θυσίαν αἰνέσεως·
9τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω
ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
10ἐν αὐλαῖς οἴκου κυρίου
ἐν μέσῳ σου, Ιερουσαλημ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart