PSALMI 120
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη
Πόθεν ἥξει ἡ βοήθειά μου;
2ἡ βοήθειά μου παρὰ κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3μὴ δῷς εἰς σάλον τὸν πόδα σου,
μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει
ὁ φυλάσσων τὸν Ισραηλ.
5κύριος φυλάξει σε,
κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
6ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε
οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ,
φυλάξει τὴν ψυχήν σου.
8κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart