PSALMI 126
1Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων.
Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον,
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·
ἐὰν μὴ κύριος φυλάξῃ πόλιν,
εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
2εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν,
ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,
οἱ ἔσθοντες ἄρτον ὀδύνης,
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
3ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί,
ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
4ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
5μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν·
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart