PSALMI 129
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἐκ βαθέων ἐκέκραξά σε, κύριε·
2κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
γενηθήτω τὰ ὦτά σου προσέχοντα
εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
3ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε,
κύριε, τίς ὑποστήσεται;
4ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
5ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε,
ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
6ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·
ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
7ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος,
καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις,
8καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ
ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart