PSALMI 14
1Ψαλμὸς τῷ Δαυιδ.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου
καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
2πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,
λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,
3ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ
οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν
καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
4ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,
τοὺς δὲ φοβουμένους κύριον δοξάζει·
ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
5τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ
καὶ δῶρα ἐπ᾽ ἀθῴοις οὐκ ἔλαβεν.
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart