PSALMI 66
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
2Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς
διάψαλμα
3τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
4ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
5εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι
καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.
διάψαλμα.
6ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
7γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν.
8εὐλογήσαι ἡμᾶς ὁ θεός,
καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart