PSALMI SALOMONIS 14
Ὕμνος τῷ Σαλωμων.
1Πιστὸς κύριος τοῖς ἀγαπῶσίν αὐτὸν ἐν ἀληθείᾳ,
τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
2τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
ἐν νόμῳ, ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
3ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς, ὅσιοι αὐτοῦ.
4ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα,
οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ·
5ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ισραηλ.
6Καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,
οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·
7ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν,
καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ.
8ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,
καὶ ταμιεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
9διὰ τοῦτο ἡ κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια,
καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων·
10οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart