1Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων,
ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας,
καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,
1aἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι
καὶ λέγοντας καὶ γράφοντας,
ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
εἴς τε τὴν τοῦ νόμου
καὶ τῶν προφητῶν
1bκαὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων,
ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως.
1cΠαρακέκλησθε οὖν
μετ᾽ εὐνοίας καὶ προσοχῆς
τὴν ἀνάγνωσιν ποιεῖσθαι
καὶ συγγνώμην ἔχειν
ἐφ᾽ οἷς ἂν δοκῶμεν
1dτῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·
οὐ γὰρ ἰσοδυναμεῖ
αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν·
οὐ μόνον δὲ ταῦτα,
ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι
1eκαὶ τὰ λοιπὰ τῶν βιβλίων
οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα.
Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως
παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
1fἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
ἐν τῷ διαστήματι τοῦ χρόνου
πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν
1gπροκατασκευαζομένους τὰ ἤθη
ἐννόμως βιοτεύειν.
1hΠᾶσα σοφία παρὰ κυρίου καὶ
μετ᾽ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
2ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ
καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
3ὕψος οὐρανοῦ καὶ πλάτος γῆς
καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
4προτέρα πάντων ἔκτισται σοφία
καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
6ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;
καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
8εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα,
καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
9κύριος αὐτὸς ἔκτισεν αὐτὴν
καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν
καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
10μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,
καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
11Φόβος κυρίου δόξα καὶ καύχημα
καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
12φόβος κυρίου τέρψει καρδίαν
καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
13τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ᾽ ἐσχάτων,
καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.
14Ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον,
καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
15μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν
καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
16πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον
καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
17πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων
καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
18στέφανος σοφίας φόβος κυρίου
ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.
19καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,
ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν
καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
20ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον,
καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
22Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι·
ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
23ἕως καιροῦ ἀνθέξεται μακρόθυμος,
καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
24ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,
καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
25Ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης,
βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
26ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς,
καὶ κύριος χορηγήσει σοι αὐτήν.
27σοφία γὰρ καὶ παιδεία φόβος κυρίου,
καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης.
28μὴ ἀπειθήσῃς φόβῳ κυρίου
καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
29μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων
καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
30μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς
καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν,
καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου
καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε,
ὅτι οὐ προσῆλθες φόβῳ κυρίου
καὶ ἡ καρδία σου πλήρης δόλου.