1Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς,
καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
2εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα,
καὶ εἰ μὴ παρ᾽ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.
3οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ
καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
4δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
5εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ·
ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ,
ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ·
διπλάσια γὰρ κακὰ εὑρήσεις
ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ.
6ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς
καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
7δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
8Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος,
καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
9ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ,
καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
10μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα·
ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
11καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς,
ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ᾽ αὐτοῦ
καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον
καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
12μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ,
μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου·
μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου,
μήποτε ζητήσῃ τὴν καθέδραν σου
καὶ ἐπ᾽ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου
καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
13τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον
καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
14οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ
καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
15ὥραν μετὰ σοῦ διαμενεῖ,
καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
16καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς
καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον·
ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός,
καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ᾽ αἵματος.
17κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου,
καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
18τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ
καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.