1κύριε πάτερ καὶ δέσποτα ζωῆς μου,
μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν,
μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς.
2τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας
καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας,
ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται
καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν,
3ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου
καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν
καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων
καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου;
4κύριε πάτερ καὶ θεὲ ζωῆς μου,
μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι
5καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ᾽ ἐμοῦ·
6κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με,
καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με.
7Παιδείαν στόματος ἀκούσατε, τέκνα,
καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ.
8ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός,
καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς.
9ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου
καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς·
10ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς
ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται,
οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς
ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
11ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας,
καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ·
ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ᾽ αὐτῷ,
κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς·
καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται,
πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.
12Ἔστιν λέξις ἀντιπαραβεβλημένη θανάτῳ,
μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ιακωβ·
ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται,
καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.
13ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου·
ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας.
14μνήσθητι πατρὸς καὶ μητρός σου,
ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις,
μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν
καὶ τῷ ἐθισμῷ σου μωρανθῇς
καὶ θελήσεις εἰ μὴ ἐγεννήθης
καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ.
15ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ
ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.
16Δύο εἴδη πληθύνουσιν ἁμαρτίας,
καὶ τὸ τρίτον ἐπάξει ὀργήν·
17ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον,
οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ·
ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ,
οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ·
ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς,
οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ.
18ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ
λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ;
σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν,
καὶ οὐθείς με ὁρᾷ· τί εὐλαβοῦμαι;
τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.
19καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ,
καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου
μυριοπλασίως ἡλίου φωτεινότεροι
ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων
καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.
20πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ,
οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.
21οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται,
καὶ οὗ οὐχ ὑπενόησεν, πιασθήσεται.
22Οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα
καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου.
23πρῶτον μὲν γὰρ ἐν νόμῳ ὑψίστου ἠπείθησεν,
καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν,
καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη
καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.
24αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται,
καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται.
25οὐ διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν,
καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσιν καρπόν.
26καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς,
καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται,
27καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες
ὅτι οὐθὲν κρεῖττον φόβου κυρίου
καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς κυρίου.