1Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον,
καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.
2δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ
καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·
3στερέωσον λόγον καὶ πιστώθητι μετ᾽ αὐτοῦ,
καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου.
4πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος
καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς.
5ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρας αὐτοῦ
καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν·
καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον
καὶ ἀποδώσει λόγους ἀκηδίας
καὶ τὸν καιρὸν αἰτιάσεται.
6ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ
καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα·
εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ,
καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν·
κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ
καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.
7πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν,
ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
8Πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον
καὶ ἐπ᾽ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν.
9χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος
καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
10ἀπόλεσον ἀργύριον δι᾽ ἀδελφὸν καὶ φίλον,
καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν.
11θὲς τὸν θησαυρόν σου κατ᾽ ἐντολὰς ὑψίστου,
καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον.
12σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου,
καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως·
13ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς
κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.
14Ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον,
καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν.
15χάριτας ἐγγύου μὴ ἐπιλάθῃ·
ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ.
16ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός,
καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
17ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας
καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·
18ἄνδρας δυνατοὺς ἀπῴκισεν,
καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
19ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην
καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις.
20ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου
καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
21Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον
καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
22κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
23ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε,
καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς.
24ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξεις στόμα·
25ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα
καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
26Πάρελθε, πάροικε, κόσμησον τράπεζαν,
καὶ εἴ τι ἐν τῇ χειρί σου, ψώμισόν με·
27ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης,
ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς οἰκίας.
28βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν,
ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.