1Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου·
γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν,
φρόντισον αὐτῶν καὶ οὕτω κάθισον·
2καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε,
ἵνα εὐφρανθῇς δι᾽ αὐτοὺς
καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.
3Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι,
ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά.
4ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν
καὶ ἀκαίρως μὴ σοφίζου.
5σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ
σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου·
6ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου
μέλος μουσικῶν ἐφ᾽ ἡδεῖ οἴνῳ.
7Λάλησον, νεανίσκε, εἰ χρεία σου,
μόλις δὶς ἐὰν ἐπερωτηθῇς·
8κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά·
γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν.
9ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου
καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
10πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
11ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει,
ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει·
12ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου
καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
13καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε
καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
14Ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν,
καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν.
15ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ,
καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ.
16οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα
καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
17ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν
καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
18Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα,
ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον.
19ἄνευ βουλῆς μηθὲν ποιήσῃς
καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
20ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου
καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν.
21μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ
22καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
23ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου·
καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
24ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται.