1Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί,
καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
2ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον
οὕτως ὁ ἐπέχων ἐνυπνίοις·
3τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων,
κατέναντι προσώπου ὁμοίωμα προσώπου.
4ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται;
καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;
5μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν,
καὶ ὡς ὠδινούσης φαντάζεται καρδία·
6ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ,
μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
7πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια,
καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ᾽ αὐτοῖς.
8ἄνευ ψεύδους συντελεσθήσεται νόμος,
καὶ σοφία στόματι πιστῷ τελείωσις.
9Ἀνὴρ πεπλανημένος ἔγνω πολλά,
καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
10ὃς οὐκ ἐπειράθη, ὀλίγα οἶδεν,
ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
11πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου,
καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·
12πλεονάκις ἕως θανάτου ἐκινδύνευσα
καὶ διεσώθην τούτων χάριν.
13πνεῦμα φοβουμένων κύριον ζήσεται·
ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς.
14ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται
καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
15φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·
τίνι ἐπέχει; καὶ τίς αὐτοῦ στήριγμα;
16οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,
ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος,
σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας,
φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως,
17ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς,
ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν.
18Θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη,
καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων.
19οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν
οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.
20θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ
ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
21ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν,
ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων.
22φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος ἐμβίωσιν,
καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου.
23εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν·
τί ὠφέλησαν πλεῖον ἢ κόπους;
24εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος·
τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;
25βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ,
τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ;
26οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ
καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν·
τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;
καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;