1Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς
καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.
2ψυχὴν πεινῶσαν μὴ λυπήσῃς
καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
3καρδίαν παρωργισμένην μὴ προσταράξῃς
καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
4ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου
καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.
5ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν
καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·
6καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ
τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.
7προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει
καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.
8κλῖνον πτωχῷ τὸ οὖς σου
καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι.
9ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος
καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
10γίνου ὀρφανοῖς ὡς πατὴρ
καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν·
καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου,
καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.
11Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν
καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν.
12ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν,
καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης.
13ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν,
καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ κύριος.
14οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ,
καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος.
15ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη,
καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς.
16ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν,
καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
17ὅτι διεστραμμένως πορεύσεται μετ᾽ αὐτοῦ ἐν πρώτοις,
φόβον καὶ δειλίαν ἐπάξει ἐπ᾽ αὐτὸν
καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς,
ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ,
καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
18καὶ πάλιν ἐπανήξει κατ᾽ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν
καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
19ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν
καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
20Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ
καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·
21ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
22μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου
καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
23μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας·
24ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία
καὶ παιδεία ἐν ῥήματι γλώσσης.
25μὴ ἀντίλεγε τῇ ἀληθείᾳ
καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι.
26μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίαις σου
καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
27καὶ μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτὸν
καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
28ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας,
καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ.
29μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου
καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
30μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου
καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.
31μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν
καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.