1Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ
καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ
ἀφ᾽ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν
ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων·
2τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας,
ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς.
3ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου
καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ,
4ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον
καὶ ἕως περιβαλλομένου ὠμόλινον
θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος
καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις.
5καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης
ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
6ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει,
καὶ ἀπ᾽ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς
τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ
ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου·
7ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη
καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
8μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους,
καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
9θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία,
ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ.
10ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα,
καὶ δι᾽ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
11πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει,
καὶ ἀπὸ ὑδάτων, εἰς θάλασσαν ἀνακάμπτει.
12Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
13χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται
καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει·
14ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
15ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους,
καὶ ῥίζαι ἀκάθαρτοι ἐπ᾽ ἀκροτόμου πέτρας·
16ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ
πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
17χάρις ὡς παράδεισος ἐν εὐλογίαις,
καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
18Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται,
καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
19τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα,
καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
20οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν,
καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
21αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.
22χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
23φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
24ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως,
καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται.
25χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται.
26χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν,
καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου·
οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις,
καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
27φόβος κυρίου ὡς παράδεισος εὐλογίας,
καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν.
28Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς·
κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
29ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν,
οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς,
ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις·
ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
30ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις,
καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.