1Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν
ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν
καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.
2ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν
ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων
καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν.
3μὴ εὐλαβοῦ κρίμα θανάτου,
μνήσθητι προτέρων σου καὶ ἐσχάτων·
4τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί,
καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου;
εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη,
οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.
5Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν
καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·
6τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία,
καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
7πατρὶ ἀσεβεῖ μέμψεται τέκνα,
ὅτι δι᾽ αὐτὸν ὀνειδισθήσονται.
8οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς,
οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου·
9καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε,
καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
10πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται,
οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν.
11Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν,
ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
12φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
13ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
14παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
τίς ὠφέλεια ἐν ἀμφοτέροις;
15κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
16Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
17αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας
καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
18ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας
καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
19ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας
καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς,
20ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης
καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾽ ἄρτοις,
21ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως
καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
22ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας
καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς,
23ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως
καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
24ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ
καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς,
25ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ
καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε,
26ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς
καὶ ἀπὸ καλύψεως λόγων κρυφίων·
27καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς
καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.