2Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου,
ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·
3τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις
καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.
4ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν
καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
5Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ,
καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
6οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί,
οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.
7εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν
καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
8ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ
καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.
9καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν
καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.
10καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν
καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·
11καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ
καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
12ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ
καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
13ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι
καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
14φίλος πιστὸς σκέπη κραταιά,
ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν.
15φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα,
καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
16φίλος πιστὸς φάρμακον ζωῆς,
καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν.
17ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ,
ὅτι κατ᾽ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.
18Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν,
καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.
19ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ
καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς·
ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις
καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.
20ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις,
καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·
21ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾽ αὐτῷ,
καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν.
22σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν
καὶ οὐ πολλοῖς ἐστιν φανερά.
23Ἄκουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου
καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·
24καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς
καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·
25ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν
καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·
26ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ
καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς·
27ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι,
καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν·
28ἐπ᾽ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς,
καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·
29καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος
καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.
30κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾽ αὐτῆς,
καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·
31στολὴν δόξης ἐνδύσῃ αὐτὴν
καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
32Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ,
καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ·
33ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ,
καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.
34ἐν πλήθει πρεσβυτέρων στῆθι·
καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.
35πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι,
καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.
36ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν,
καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.
37διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου
καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός·
αὐτὸς στηριεῖ τὴν καρδίαν σου,
καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.