1τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.
2Διὸ τοὺς παραπίπτοντας κατ᾽ ὀλίγον ἐλέγχεις
καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουθετεῖς,
ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, κύριε.
3καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς
4μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν,
ἔργα φαρμακειῶν καὶ τελετὰς ἀνοσίους
5τέκνων τε φονὰς ἀνελεήμονας
καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος,
ἐκ μέσου μύστας θιάσου
6καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων,
ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
7ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
8ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω
ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν.
9οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι
ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ᾽ ἓν ἐκτρῖψαι,
10κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας
οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
καὶ ἔμφυτος ἡ κακία αὐτῶν
καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα.
11σπέρμα γὰρ ἦν κατηραμένον ἀπ᾽ ἀρχῆς,
οὐδὲ εὐλαβούμενός τινα ἐφ᾽ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
12τίς γὰρ ἐρεῖ Τί ἐποίησας;
ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας;
ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων;
13οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας,
14οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας.
15δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις
αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι
ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως.
16ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ.
17ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι
καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις·
18σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις
καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς·
πάρεστιν γάρ σοι, ὅταν θέλῃς, τὸ δύνασθαι.
19Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων
ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον,
καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου
ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
20εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ
μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως
δοὺς χρόνους καὶ τόπον, δι᾽ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
21μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου,
ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων;
22Ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς,
ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες,
κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.
23ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκως
διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων·
24καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν
θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα
νηπίων δίκην ἀφρόνων ψευσθέντες.
25διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις
τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας.
26οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες
ἀξίαν θεοῦ κρίσιν πειράσουσιν.
27ἐφ᾽ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν,
ἐπὶ τούτοις, οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι
ἰδόντες, ὃν πάλαι ἠρνοῦντο εἰδέναι, θεὸν ἐπέγνωσαν ἀληθῆ·
διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ᾽ αὐτοὺς ἐπῆλθεν.