1Διὰ τοῦτο δι᾽ ὁμοίων ἐκολάσθησαν ἀξίως
καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.
2ἀνθ᾽ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου
εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν
τροφὴν ἡτοίμασας ὀρτυγομήτραν,
3ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν
διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων
καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται,
αὐτοὶ δὲ ἐπ᾽ ὀλίγον ἐνδεεῖς γενόμενοι
καὶ ξένης μετάσχωσι γεύσεως.
4ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσιν,
τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο.
5Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς
δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων,
οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·
6εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν
σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου·
7ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσῴζετο,
ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.
8καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν
ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ·
9οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν,
ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·
10τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς.
11εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο
καὶ ὀξέως διεσῴζοντο,
ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην
ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.
12καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς,
ἀλλὰ ὁ σός, κύριε, λόγος ὁ πάντας ἰώμενος.
13σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις
καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις·
14ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει
οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν.
15Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν·
16ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς
ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν
ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις
καὶ πυρὶ καταναλισκόμενοι.
17τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι
πλεῖον ἐνήργει τὸ πῦρ,
ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων·
18ποτὲ μὲν γὰρ ἡμεροῦτο φλόξ,
ἵνα μὴ καταφλέξῃ τὰ ἐπ᾽ ἀσεβεῖς ἀπεσταλμένα ζῷα,
ἀλλ᾽ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται·
19ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει,
ἵνα ἀδίκου γῆς γενήματα διαφθείρῃ.
20ἀνθ᾽ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου
καὶ ἕτοιμον ἄρτον ἀπ᾽ οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως
πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν·
21ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα,
τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν
πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.
22χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο,
ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς
κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζῃ
καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·
23τοῦτο πάλιν δ᾽, ἵνα τραφῶσιν δίκαιοι,
καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως.
24Ἡ γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα
ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων
καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων.
25διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη
τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρέτει
πρὸς τὴν τῶν δεομένων θέλησιν,
26ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε,
ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον,
ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.
27τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον
ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,
28ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ᾽ εὐχαριστίαν σου
καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι·
29ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται
καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.