1διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως
καὶ διοικεῖ τὰ πάντα χρηστῶς.
2Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου
καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ
καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.
3εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα,
καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν·
4μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης
καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.
5εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ,
τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης;
6εἰ δὲ φρόνησις ἐργάζεται,
τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;
7καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις,
οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί·
σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν,
ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
8εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει,
ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει
καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.
9ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν
εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν
καὶ παραίνεσις φροντίδων καὶ λύπης.
10ἕξω δι᾽ αὐτὴν δόξαν ἐν ὄχλοις
καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·
11ὀξὺς εὑρεθήσομαι ἐν κρίσει
καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι·
12σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν
καὶ λαλοῦντος ἐπὶ πλεῖον
χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
13ἕξω δι᾽ αὐτὴν ἀθανασίαν
καὶ μνήμην αἰώνιον τοῖς μετ᾽ ἐμὲ ἀπολείψω.
14διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
15φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί,
ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
16εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς
οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,
ἀλλὰ εὐφροσύνην καὶ χαράν.
17ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
καὶ φροντίσας ἐν καρδίᾳ μου
ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας
18καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ
καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς
καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις
καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς,
περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
19παῖς δὲ ἤμην εὐφυὴς
ψυχῆς τε ἔλαχον ἀγαθῆς,
20μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.
21γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ὁ θεὸς δῷ —
καὶ τοῦτο δ᾽ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις —,
ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ
καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου