1Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιηλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν. 2καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αιλαμ, καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Ουβαλ 3καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Ουβαλ, καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ᾽ ἐσχάτων. 4εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. 5καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. 6καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. 7καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. 8καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. 9καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν· 10ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησεν αὐτά, 11καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι᾽ αὐτὸν θυσία ἐρράχθη, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησεν καὶ εὐοδώθη. 13καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι Ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; 14καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. 15καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιηλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός. 16καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Ουβαλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριηλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. 17καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπεν πρός με Σύνες, υἱὲ ἀνθρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. 18καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ᾽ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας 19καὶ εἶπεν Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. 20ὁ κριός, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσῶν. 21καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. 22καὶ τοῦ συντριβέντος, οὗ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ. 23καὶ ἐπ᾽ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα. 24καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον. 25καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ᾠὰ χειρὶ συντρίψει. 26καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς. 27καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνίων.