2Καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη. καὶ ἑξήκοντα δύο ἐτῶν ἦν, ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς, καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν· καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ. 3καὶ ὅτε ἀπέθνῃσκεν, ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων Παιδίον, ἀπάγαγε τὰ παιδία σου 4καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου. 5καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός, καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον, καὶ οὐχ ὡς τὸν πρῶτον, ἕως τοῦ χρόνου, οὗ ἂν πληρωθῇ ὁ χρόνος τῶν καιρῶν. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ. 6καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ, πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς, καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν, τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν, καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ. 7πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας, καὶ παραδοθήσεται αὐτοῖς· καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ᾽ ἀληθείας, καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς. 8-9καὶ νῦν, παιδία, ἐγὼ ὑμῖν ἐντέλλομαι· δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν. καὶ νῦν σύ, παιδίον, ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε· ἐν ᾗ ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ᾽ ἐμοῦ, αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς· ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ, καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ, καὶ οὐκ αἰσχύνονται. 10ἰδέ, παιδίον, ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν· οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν; καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ, καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος, καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος, ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον· ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου, ἣν ἔπηξεν αὐτῷ Ναδαβ, καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου, καὶ ἀπώλεσεν αὐτόν. 11καὶ νῦν, παιδία, ἴδετε τί ποιεῖ ἐλεημοσύνη, καὶ τί ποιεῖ ἀδικία, ὅτι ἀποκτέννει· καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει. — καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην, καὶ ἀπέθανεν· καὶ ἐτάφη ἐνδόξως.