1Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον
σὺν πάσας τὰς συκοφαντίας
τὰς γινομένας ὑπὸ τὸν ἥλιον·
καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων,
καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν,
καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς,
καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν.
2καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας
τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας,
ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν·
3καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους
ὅστις οὔπω ἐγένετο,
ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.
4Καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον
καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος,
ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ·
καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
5ὁ ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ
καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ.
6ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως
ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου
καὶ προαιρέσεως πνεύματος.
7Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον.
8ἔστιν εἷς, καὶ οὐκ ἔστιν δεύτερος,
καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτῷ·
καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ,
καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου.
καὶ τίνι ἐγὼ μοχθῶ
καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης;
καί γε τοῦτο ματαιότης
καὶ περισπασμὸς πονηρός ἐστιν.
9ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα,
οἷς ἔστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν·
10ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ,
καὶ οὐαὶ αὐτῷ τῷ ἑνί, ὅταν πέσῃ
καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν.
11καί γε ἐὰν κοιμηθῶσιν δύο, καὶ θέρμη αὐτοῖς·
καὶ ὁ εἷς πῶς θερμανθῇ;
12καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς,
οἱ δύο στήσονται κατέναντι αὐτοῦ,
καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται.
13Ἀγαθὸς παῖς πένης καὶ σοφὸς
ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα,
ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι·
14ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι,
ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης.
15εἶδον σὺν πάντας τοὺς ζῶντας
τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον
μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου,
ὃς στήσεται ἀντ᾽ αὐτοῦ,
16οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ,
τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν·
καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ·
ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
17Φύλαξον πόδα σου, ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ,
καὶ ἐγγὺς τοῦ ἀκούειν·
ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου,
ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν.