PSALMI 119
1Ὠιδὴ τῶν ἀναβαθμῶν.
Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με
ἐκέκραξα, καὶ εἰσήκουσέν μου.
2κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων
καὶ ἀπὸ γλώσσης δολίας.
3τί δοθείη σοι καὶ τί προστεθείη σοι
πρὸς γλῶσσαν δολίαν;
4τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα
σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.
5οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη,
κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ.
6πολλὰ παρῴκησεν ἡ ψυχή μου.
7μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός·
ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart