1Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον
καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.
2ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς
καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ᾽ αὐτῆς.
3καθ᾽ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν
καὶ κατ᾽ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.
4ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς
καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
6διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς,
ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς.
7ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς
καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.
8ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν
δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ,
10καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,
ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
11προσέθηκεν αὐτοῖς ἐπιστήμην
καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.
12διαθήκην αἰῶνος ἔστησεν μετ᾽ αὐτῶν
καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.
13μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν.
14καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου·
καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
15Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός,
οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
17ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον,
καὶ μερὶς κυρίου Ισραηλ ἐστίν.
19ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ,
καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.
20οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ᾽ αὐτοῦ,
καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.
22ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ᾽ αὐτοῦ,
καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
23μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς
καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
24πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον
καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
25Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας,
δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα·
26ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας
καὶ σφόδρα μίσησον βδέλυγμα.
27ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου
ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;
28ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις·
ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
29ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου
καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ᾽ αὐτόν.
30οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις,
ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
31τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει·
καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα.
32δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,
καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.