1Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
2κύριος μόνος δικαιωθήσεται.
4οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ·
καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ;
5κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται;
καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;
6οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι,
καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
7ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται·
καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται.
8Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ;
τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
9ἀριθμὸς ἡμερῶν ἀνθρώπου
πολλὰ ἔτη ἑκατόν·
10ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου,
οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
11διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ᾽ αὐτοῖς
καὶ ἐξέχεεν ἐπ᾽ αὐτοὺς τὸ ἔλεος αὐτοῦ.
12εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά·
διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
13ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα·
ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
14τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ
καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
15Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον
καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
16οὐχὶ καύσωνα ἀναπαύσει δρόσος;
οὕτως κρείσσων λόγος ἢ δόσις.
17οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν;
καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
18μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
19Πρὶν ἢ λαλῆσαι μάνθανε
καὶ πρὸ ἀρρωστίας θεραπεύου.
20πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν.
21πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι
καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
22μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως
καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.
23πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν
καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
24μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς
καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.
25μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς,
πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
26ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός,
καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου.
27Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται
καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας.
28πᾶς συνετὸς ἔγνω σοφίαν
καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
29συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο
καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
30Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου
καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου·
31ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας,
ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
32μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ,
μὴ προσδεθῇς συμβολῇ αὐτῆς.
33μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ,
καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.